Αναζήτηση αυτού του ιστολογίου

Πασχάλιος Ἡμερονύκτιος Ἀκολουθία





Τὴν Διακαινήσιμον ἑβδομάδα δὲν λέγομεν ἄλλες προσευχὲς (ἐκτὸς τῶν προσευχῶν τῆς τραπέζης).
Τὴν προσευχὴ αὐτὴ χρησιμοποιοῦμε τὸ πρωῒ ἀντὶ Μεσονυκτικοῦ καὶ τὸ βράδυ ἀντὶ Ἀποδείπνου (ἢ καὶ Ὡρῶν).

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.  (Τρίς).
νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου όνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.  Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ.  Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (Τρίς).
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ  κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον·  ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
ν τάφῳ σωματικῶς, ἐν Ἅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεὸς ἐν Παραδείσῳ δὲ μετὰ ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα…
ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Καὶ νῦν…
Θεοτόκιον
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.
Κύριε ἐλέησον μ’ (40)
Δόξα…  Καὶ νῦν…
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Δι’  εὐχῶν τῶν Ἁγίων…

Ἡ Ἀκολουθία αὐτὴ τρισσεύεται, δηλ. λέγεται τρεῖς φορές.  Στὴν τρίτη κατακλείομεν μὲ τὸ «Χριστὸς Ἀνέστη ἐκ νεκρῶν…» ἀντὶ τοῦ «Δι’ εὐχῶν…».
Ἀπὸ
«Τὸ Προσευχητάριόν μου»
Ἐπιμελείᾳ τοῦ Πρεσβυτέρου
Γεωργίου Σ. Κουγιουμτζόγλου
Ἐφημερίου Ἱ. Ναοῦ Ἁγ. Γεωργίου
(ἔναντι ΡΟΤΟΝΤΑ)
Μετοχίου Ἱ. Μονῆς Ὁσίου Γρηγορίου
Ἁγίου Ὄρους
Θεσσαλονίκη  ,ΒΘ’